Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·
  2. οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ.
  3. τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
  4. κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
  5. ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
  6. γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
  7. πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,
  8. κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός.
  9. νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων
  10. γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
  11. τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα,
  12. δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας,
  13. κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
  14. τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
  15. οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπρις
  16. οὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
Χορός
  1. ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
  2. πρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται·
  3. Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πενθεύς
  1. ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται