Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
  2. εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασιν
  3. ῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
  4. ἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.
  5. ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοι
  6. τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
  7. μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
  8. θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
  9. ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
  10. χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ
  11. πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς
  12. εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν·
  13. Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας
  14. νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
  15. ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω
  16. διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·
  17. ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο
  18. προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον,
  19. οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις
  20. πῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο