Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
  2. Πενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτων
  3. χάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγειν
  4. ἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαις
  5. κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην
  6. ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
  7. Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον
  8. Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄρος
  9. καὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.
  10. κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου·
  11. κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων,
  12. λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.
  13. ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,
  14. θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι,
  15. ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
  16. ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
  17. βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
  18. μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
  19. καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
  20. μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,