Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;
Διόνυσος
  1. οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις;
Πενθεύς
  1. τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.
Διόνυσος
  1. ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
Πενθεύς
  1. ---
Διόνυσος
  1. ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.
Πενθεύς
  1. κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.
Διόνυσος
  1. τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
Πενθεύς
  1. σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν.
Διόνυσος
  1. ἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός.
  2. κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
  3. ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·
  4. ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.
Ἄγγελος
  1. Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,
  2. ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτε
  3. λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.