Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
- βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
- οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,
- ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
- ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
- θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
- φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·
- τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ,
- καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
- λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
- τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
- ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,
- τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας
- γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
- ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπας
- μόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος