Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·
  2. δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν
  3. πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο
  4. διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
  5. ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ
  6. δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
  7. ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω —
  8. ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;
  9. ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.
  10. πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.
Πενθεύς
  1. πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος,
  2. ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
  3. ἔα ἔα·
  4. ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος
  5. φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
Διόνυσος
  1. στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.