Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.
- πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.
- πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος,
- ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
- ἔα ἔα·
- ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος
- φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
- στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.
- πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;
- οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις;
- τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.
- ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
- ---
- ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.
- κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.
- τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
- σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν.
- ἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός.
- κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
- ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·