Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.
Ἄγγελος
  1. Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,
  2. ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτε
  3. λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.
Πενθεύς
  1. ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
Ἄγγελος
  1. βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
  2. οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,
  3. ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
  4. ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
  5. θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
  6. φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·
  7. τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ,
  8. καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
Πενθεύς
  1. λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
  2. τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
  3. ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,
  4. τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας
  5. γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
Ἄγγελος
  1. ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπας
  2. μόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος