Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,
- χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼν
- ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ
- ἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ
- πῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν,
- ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν
- ἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.
- διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,
- ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
- κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
- φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένος
- ᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ.
- πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·
- δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν
- πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο
- διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
- ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ
- δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
- ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω —
- ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;