Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδε
- κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
- ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
- ἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.
- Ἀσίας ἀπὸ γᾶς
- ἱερὸν Τμῶλον ἀμείψασα θοάζω
- Βρομίῳ πόνον ἡδὺν κάματόν τʼ εὐκάματον, [*](lines 66-70 split differently to acocunt for hyphenated words. Print reads Βρομίῳ πόνον ἡδὺν || κάματόν τ’ εὐκάματον, Βάκ-||χιον εὐαζομένα.|| τίς ὁδῷ τίς ὁδῷ; τίς; || μελάθροις ἔκτοπος ἔστω, στόμα τ’ εὔφη-||μον ἅπας ἐξοσιούσθω· )
- Βάκχιον εὐαζομένα.
- τίς ὁδῷ τίς ὁδῷ; τίς;
- μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφημον
- ἅπας ἐξοσιούσθω·
- τὰ νομισθέντα γὰρ αἰεὶ
- Διόνυσον ὑμνήσω.
- ὦ
- μάκαρ, ὅστις εὐδαίμων
- τελετὰς θεῶν εἰδὼς
- βιοτὰν ἁγιστεύει καὶ
- θιασεύεται ψυχὰν
- ἐν ὄρεσσι βακχεύων
- ὁσίοις καθαρμοῖσιν,