Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τά τε ματρὸς μεγάλας ὄργια [*](word split in text ὄρ-για)
  2. Κυβέλας θεμιτεύων,
  3. ἀνὰ θύρσον τε τινάσσων,
  4. κισσῷ τε στεφανωθεὶς
  5. Διόνυσον θεραπεύει.
  6. ἴτε βάκχαι, ἴτε βάκχαι,
  7. Βρόμιον παῖδα θεὸν θεοῦ
  8. Διόνυσον κατάγουσαι [*](lines 86-88 split differently to account for hyphentated words. Print reads: Φρυγίων ἐξ ὀρέων Ἑλ-||λάδος εἰς εὐρυχόρους ἀ-||γυιάς, τὸν Βρόμιον· )
  9. Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς
  10. εὐρυχόρους ἀγυιάς, τὸν Βρόμιον·
Χορός
  1. ὅν
  2. ποτʼ ἔχουσʼ ἐν ὠδίνων
  3. λοχίαις ἀνάγκαισι
  4. πταμένας Διὸς βροντᾶς νηδύος [*](word split in text νη-δύος)
  5. ἔκβολον μάτηρ
  6. ἔτεκεν, λιποῦσʼ αἰῶνα [*](word split in text αἰῶ-να)
  7. κεραυνίῳ πληγᾷ·
  8. λοχίοις δʼ αὐτίκα νιν δέξατο [*](word split in text δέ-ξατο)
  9. θαλάμαις Κρονίδας Ζεύς,
  10. κατὰ μηρῷ δὲ καλύψας