Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,
  2. Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερ
  3. φανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί.
  4. Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα
  5. Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,
  6. ὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄπο
  7. ὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει.
  8. ὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι
  9. πᾶσίν τε Θηβαίοισιν. ἐς δʼ ἄλλην χθόνα,
  10. τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,
  11. δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις
  12. ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν
  13. ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.
  14. ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχω
  15. μορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
  16. ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,
  17. θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων
  18. ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
  19. αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶν
  20. τύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα,