Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
- αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
- ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
- οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.
- Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος.
- ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ.
- χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλας
- φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
- ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρει
- κακῶν συνεργοὺς ἢ διεμπολήσομεν
- ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
- παύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι.
- στείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν
- παθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτων
- μέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις·
- ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.
- ---
- Ἀχελῴου θύγατερ,
- πότνιʼ εὐπάρθενε Δίρκα,
- σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς