Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὸ Διὸς βρέφος ἔλαβες,
- ὅτε μηρῷ πυρὸς ἐξ ἀθανάτου [*](word split in text ἀ-θανάτου)
- Ζεὺς ὁ τεκὼν ἥρπασέ [*](word split in text ἥρ-πασέ)
- νιν, τάδʼ ἀναβοάσας·
- Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρσενα [*](word split in text ἄρ-σενα)
- τάνδε βᾶθι νηδύν·
- ἀναφαίνω σε τόδʼ, ὦ Βάκχιε, [*](word split in text Βάκ-χιε)
- Θήβαις ὀνομάζειν.
- σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,
- στεφανηφόρους ἀπωθῇ
- θιάσους ἔχουσαν ἐν σοί.
- τί μʼ ἀναίνῃ; τί με φεύγεις;
- ἔτι ναὶ τὰν βοτρυώδη
- Διονύσου χάριν οἴνας,
- ἔτι σοι τοῦ Βρομίου μελήσει.
- οἵαν οἵαν ὀργὰν
- ἀναφαίνει χθόνιον
- γένος ἐκφύς τε δράκοντός
- ποτε Πενθεύς, ὃν Ἐχίων
- ἐφύτευσε χθόνιος,