Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Διόνυσος
  1. τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
Πενθεύς
  1. τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς;
Διόνυσος
  1. νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.
Πενθεύς
  1. τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Διόνυσος
  1. κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.
Πενθεύς
  1. δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
Διόνυσος
  1. σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.
Πενθεύς
  1. ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
Διόνυσος
  1. εἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;
Πενθεύς
  1. πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
Διόνυσος
  1. ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.
Πενθεύς
  1. ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
Διόνυσος
  1. αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.
Πενθεύς
  1. εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.
Διόνυσος
  1. λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
Πενθεύς
  1. ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
Διόνυσος
  1. καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.
Πενθεύς
  1. καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.
Διόνυσος
  1. παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.