Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
- ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
- πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;
- Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός.
- Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
- οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
- πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν;
- ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.
- τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;
- ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
- ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;
- οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.
- εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.
- ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.
- τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
- ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.
- τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
- δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
- ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;
- πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.