Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.
- ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.
- τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
- ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.
- τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
- δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
- ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;
- πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.
- φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
- τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
- τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς;
- νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.
- τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
- κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.
- δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
- σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.