Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
- εἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;
- πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
- ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.
- ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
- αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.
- εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.
- λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
- ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
- καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.
- καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.
- παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
- λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
- αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
- ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
- οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.