Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
  2. πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.
Διόνυσος
  1. οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.
  2. τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
Πενθεύς
  1. οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
Διόνυσος
  1. ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
Πενθεύς
  1. πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;
Διόνυσος
  1. Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός.
Πενθεύς
  1. Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
Διόνυσος
  1. οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
Πενθεύς
  1. πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν;
Διόνυσος
  1. ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.
Πενθεύς
  1. τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;
Διόνυσος
  1. ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
Πενθεύς
  1. ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;
Διόνυσος
  1. οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.