Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
  2. κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
  3. φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας
  4. σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
  5. αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν
  6. κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.
  7. πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως
  8. ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.
Πενθεύς
  1. μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢν
  2. οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν.
  3. ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε,
  4. ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει·
  5. πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,
  6. γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως·
  7. λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
  8. οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς,
  9. τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
  10. πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.
Διόνυσος
  1. οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.
  2. τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.