Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἴσαν δʼ ἔς τε τὸν ὄλβιον
- τόν τε χείρονα δῶκʼ ἔχειν
- οἴνου τέρψιν ἄλυπον·
- μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει,
- κατὰ φάος νύκτας τε φίλας
- εὐαίωνα διαζῆν,
- σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τε
- περισσῶν παρὰ φωτῶν·
- τὸ πλῆθος ὅ τι
- τὸ φαυλότερον ἐνόμισε χρῆταί [*](word split in text χρῆ-ταί)
- τε, τόδʼ ἂν δεχοίμαν.
- Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότες
- ἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.
- ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν
- φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας
- οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,
- γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
- ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.
- κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼν
- ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.