Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κακοβούλων παρʼ ἔμοιγε φωτῶν.[*](word and line split in text ἔμοι-||γε φωτῶν.)
- ἱκοίμαν ποτὶ Κύπρον,
- νᾶσον τᾶς Ἀφροδίτας,
- ἵνʼ οἱ θελξίφρονες νέμονται [*](word split in text νέμον-ται)
- θνατοῖσιν Ἔρωτες,
- Πάφον θʼ ἃν ἑκατόστομοι
- βαρβάρου ποταμοῦ ῥοαὶ
- καρπίζουσιν ἄνομβροι.
- οὗ δʼ ἁ καλλιστευομένα
- Πιερία μούσειος ἕδρα,
- σεμνὰ κλιτὺς Ὀλύμπου,
- ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,
- πρόβακχʼ εὔιε δαῖμον.
- ἐκεῖ Χάριτες,
- ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκχαις [*](word split in text βάκ-χαις)
- θέμις ὀργιάζειν.
- ὁ δαίμων ὁ Διὸς παῖς
- χαίρει μὲν θαλίαισιν,
- φιλεῖ δʼ ὀλβοδότειραν Εἰρήναν, [*](word split in text Εἰ-ρήναν)
- κουροτρόφον θεάν.