Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν,
- τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
- τελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς.
- πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος
- ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς
- θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·
- ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,
- Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
- Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
- ἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
- Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖν
- Ζῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.
- τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼ
- μανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν·
- σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν,
- καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι
- γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·
- ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
- χλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.
- δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει,