Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
- τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺς
- Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
- Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;
- ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
- καλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν·
- σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
- ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες.
- θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρ
- κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
- οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
- οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
- καθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία,
- τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—
- γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει·
- αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
- ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος
- βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο
- θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
- λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,