Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
  2. ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός,
  3. ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
  4. σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
  5. ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια,
  6. ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;
  7. ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπον
  8. ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
  9. πατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων—
  10. νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ,
  11. τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
  12. οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
  13. θύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ;
  14. σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλεις
  15. τὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέον
  16. σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
  17. εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
  18. καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
  19. τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ
  20. ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,