Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν
  2. δίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων.
  3. οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
  4. ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν.
  5. καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
  6. μηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε.
  7. ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίου
  8. Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
  9. Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ·
  10. Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.
  11. ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου
  12. αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,
  13. ---
  14. Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
  15. βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,
  16. ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
  17. Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
  18. μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
  19. καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
  20. ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς,