Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίαν
  2. πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
  3. πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
  4. τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου.
  5. ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
  6. σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·
  7. ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
  8. Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι,
  9. Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω.
  10. καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
  11. παύσω κακούργου τῆσδε βακχείας τάχα.
  12. λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος,
  13. γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,
  14. ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην,
  15. οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
  16. ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
  17. τελετὰς προτείνων εὐίους νεάνισιν.
  18. εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,
  19. παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε
  20. κόμας, τράχηλον σώματος χωρὶς τεμών.