Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
  2. οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
  3. ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
  4. μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;
  5. οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέον
  6. εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
  7. ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
  8. κοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.
Κάδμος
  1. ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς,
  2. ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
  3. Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
  4. Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.
  5. ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον;
Πενθεύς
  1. ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός,
  2. κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά,
  3. γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναι
  4. πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
  5. ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
  6. Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς·
  7. πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι