Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
- ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
- καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι
- γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
- ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέραν
- θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέως
- γέροντες ὄντες.
- ταὔτʼ ἐμοὶ πάσχεις ἄρα·
- κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.
- οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;
- ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.
- γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ.
- ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.
- μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;
- μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς.
- μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός.
- ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
- οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς.
- οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.
- πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳ