Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
- ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,
- λωτὸς ὅταν εὐκέλαδος
- ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα
- φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομένα [*](word split in text ἡδομέ-να)
- δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέρι
- φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.
- τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,
- Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίαν
- λιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε.
- ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
- ζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέρι
- ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,
- θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
- στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.
- ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων
- σοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν·
- ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ·
- δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
- Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς