Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων
- αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμενος [*](word split in text ἱέμε-νος)
- ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος,
- εὐοἷ.
- ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν
- νέκταρι.
- Συρίας δʼ ὡς λιβάνου καπνὸν [*](word split in text κα-πνὸν)
- ὁ Βακχεὺς ἀνέχων
- πυρσώδη φλόγα πεύκας
- ἐκ νάρθηκος ἀίσσει
- δρόμῳ καὶ χοροῖσιν
- πλανάτας ἐρεθίζων
- ἰαχαῖς τʼ ἀναπάλλων,
- τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων.
- ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει·
- Ὦ ἴτε βάκχαι,
- ὦ ἴτε βάκχαι,
- Τμώλου χρυσορόου χλιδᾷ
- μέλπετε τὸν Διόνυσον
- βαρυβρόμων ὑπὸ τυμπάνων,