Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς;
Κάδμος
  1. ὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν.
  2. τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
  3. ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμους
  4. κἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς
  5. τῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύος
  6. αἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ,
  7. ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον,
  8. τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
  9. πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ
  10. οὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸν
  11. κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.
  12. νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι
  13. ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος
  14. ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.
  15. ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμως