Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τίς ἔκτανέν νιν;—πῶς ἐμὰς ἦλθεν χέρας;
Κάδμος
  1. δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει.
Ἀγαύη
  1. λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει.
Κάδμος
  1. σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
Ἀγαύη
  1. ποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις;
Κάδμος
  1. οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.
Ἀγαύη
  1. τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε;
Κάδμος
  1. ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
Ἀγαύη
  1. ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
Κάδμος
  1. ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις.
Ἀγαύη
  1. Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω.
Κάδμος
  1. ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
Ἀγαύη
  1. τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
Κάδμος
  1. ἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω.
Ἀγαύη
  1. ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;
Κάδμος
  1. ---