Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
- κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς;
- ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ.
- ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
- Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι.
- τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
- Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
- τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;
- λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι.
- σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
- ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν;
- ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
- ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ.
- μῶν σοι λέοντι φαίνεται προσεικέναι;
- οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα.
- ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.