Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμα
  2. θηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνον
  3. οἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ,
  4. σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴν
  5. καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
Κάδμος
  1. φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατε
  2. ἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους
  3. ἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε,
  4. οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν.
Ἀγαύη
  1. τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει;
Κάδμος
  1. πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες.
Ἀγαύη
  1. ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν;
Κάδμος
  1. ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
Ἀγαύη
  1. λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
Κάδμος
  1. τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα;
Ἀγαύη
  1. οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως