Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε
- λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
- ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν·
- γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
- κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,
- μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων.
- ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν,
- φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.
- καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
- ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
- οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν·
- ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν,
- Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς.
- ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
- ἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
- εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,