Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἤκουσα γάρ του θυγατέρων τολμήματα,
- ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς
- σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·
- πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι
- τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.
- καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲ
- τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμα
- ἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,
- τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ
- στείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν·
- λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.
- πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
- πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ
- θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ,
- ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδας
- ἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.