Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι
- χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν
- καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
- ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν,
- χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.
- ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.
- Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼν
- πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
- ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε
- λέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ.
- ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
- Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
- οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν
- φέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
- διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ
- λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.