Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
  2. ναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν,
  3. Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,
  4. οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν,
  5. οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι
  6. χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν
  7. καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
  8. ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν,
  9. χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.
  10. ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.
  11. Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼν
  12. πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
  13. ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε
  14. λέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ.
Κάδμος
  1. ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
  2. Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
  3. οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν
  4. φέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
  5. διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ
  6. λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.