Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κατάκομον θάλλει.
Χορός
  1. πρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ.
Ἀγαύη
  1. ὁ Βάκχιος κυναγέτας
  2. σοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρα
  3. τόνδε μαινάδας.
Χορός
  1. ὁ γὰρ ἄναξ ἀγρεύς.
Ἀγαύη
  1. ἐπαινεῖς;
Χορός
  1. ἐπαινῶ.
Ἀγαύη
  1. τάχα δὲ Καδμεῖοι ---
Χορός
  1. καὶ παῖς γε Πενθεὺς ---
Ἀγαύη
  1. ματέρʼ ἐπαινέσεται,
  2. λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.
Χορός
  1. περισσάν.
Ἀγαύη
  1. περισσῶς.
Χορός
  1. ἀγάλλῃ;
Ἀγαύη
  1. γέγηθα,
  2. μεγάλα μεγάλα καὶ
  3. φανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα.
Χορός
  1. δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον
  2. ἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας.