Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο
  2. ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
  3. τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
  4. ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
  5. Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
  6. οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς
  7. ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
  8. ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
  9. κόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν,
  10. ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.
  11. λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα,
  12. πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
  13. ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
  14. ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·
  15. Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,
  16. ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶς
  17. ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,
  18. ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,
  19. αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,
  20. ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ