Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
- πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
- ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
- ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.
- ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος
- Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.
- κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
- καθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
- τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
- ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
- ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον,
- ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ
- πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
- θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ
- χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
- προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·
- ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
- πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
- Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
- πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου