Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη
- χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
- κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
- πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,
- οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον,
- ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,
- πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρου
- φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
- λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
- χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
- τειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιον
- τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
- τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.
- ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷ
- ἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
- τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν
- κάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατον
- θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
- ἀναχορεύσωμεν Βάκχιον,
- ἀναβοάσωμεν ξυμφορὰν