Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
- θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ
- χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
- προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·
- ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
- πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
- Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
- πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
- καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο
- ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
- τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
- ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
- Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
- οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς
- ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
- ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους