Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν,
  2. ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.
  3. λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα,
  4. πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
  5. ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
  6. ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·
  7. Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,
  8. ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶς
  9. ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,
  10. ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,
  11. αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,
  12. ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
  13. πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη
  14. χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
  15. κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
  16. πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,