Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
  2. μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροι
  3. πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης
  4. ἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
  5. ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
  6. πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
  7. ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
  8. ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.
  9. ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος
  10. Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.
  11. κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
  12. καθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
  13. τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
  14. ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
  15. ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον,
  16. ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ