Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας.
  2. ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
  3. καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν,
  4. ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
  5. Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,
  6. ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργια
  7. γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
  8. καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸν
  9. καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
  10. σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπη
  11. φύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν.
  12. αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
  13. ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
  14. ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισαν
  15. σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
  16. ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονες
  17. ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
  18. μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροι
  19. πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης
  20. ἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.