Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας.
- ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
- καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν,
- ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
- Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,
- ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργια
- γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
- καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸν
- καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
- σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπη
- φύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν.
- αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
- ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
- ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισαν
- σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
- ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονες