Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κισσῷ κομήτην αὖθις ἐξανέστεφον,
  2. αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά,
  3. βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
  4. Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
  5. ἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν,
  6. οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων·
  7. ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
  8. ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
  9. τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ·
  10. λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
  11. κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον·
  12. κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς
  13. τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·
  14. ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγων
  15. ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.
  16. Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,
  17. ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνω
  18. ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
  19. ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο,
  20. ἔχουσα νώτοις δεσπότην ἐφήμενον·