Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν,
- οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων·
- ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
- ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
- τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ·
- λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
- κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον·
- κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς
- τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·
- ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγων
- ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.
- Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,
- ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνω
- ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
- ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο,
- ἔχουσα νώτοις δεσπότην ἐφήμενον·